Add parallel Print Page Options

15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος [a]ὅστις φάγεται [b]ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις [c]ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά [d]ἐστιν. 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς [e]πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην [f]ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ [g]δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ [h]τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν [i]ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ [j]μου ὁ οἶκος· 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ [k]δείπνου.

25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα [l]ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι [m]τε καὶ τὴν [n]ψυχὴν ἑαυτοῦ, οὐ δύναται [o]εἶναί μου μαθητής. 27 [p]ὅστις οὐ βαστάζει τὸν σταυρὸν [q]ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ [r]ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ [s]ἔχει εἰς ἀπαρτισμόν; 29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται [t]αὐτῷ ἐμπαίζειν 30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς βασιλεὺς πορευόμενος [u]ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον [v]βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν [w]ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι [x]αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ [y]τὰ πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται [z]εἶναί μου μαθητής.

34 Καλὸν [aa]οὖν τὸ ἅλας· ἐὰν δὲ [ab]καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:15 ὅστις WH Treg NIV ] ὃς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:15 ἄρτον WH Treg NA ] ἄριστον NIV RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:16 ἐποίει WH Treg NIV ] ἐποίησεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:17 ἐστιν WH NIV ] + πάντα Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:18 πάντες παραιτεῖσθαι WH Treg NIV ] παραιτεῖσθαι πάντες RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:18 ἐξελθὼν WH Treg NIV ] ἐξελθεῖν καὶ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:21 δοῦλος WH Treg NIV ] + ἐκεῖνος RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:21 τυφλοὺς καὶ χωλοὺς WH Treg NIV ] χωλοὺς καὶ τυφλοὺς RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:22 WH Treg NIV ] ὡς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:23 μου ὁ οἶκος WH Treg NIV ] ὁ οἶκος μου RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:24 δείπνου WH Treg NIV ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 τε WH Treg NIV ] δέ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ψυχὴν ἑαυτοῦ WH NIV ] ἑαυτοῦ ψυχήν Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 εἶναί μου μαθητής WH Treg NIV ] μου μαθητὴς εἶναι RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ὅστις WH NA ] καὶ ὅστις Treg NIV RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg; αὑτοῦ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28 ὑμῶν WH Treg NIV ] + ὁ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28 ἔχει WH Treg NIV ] + τὰ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:29 αὐτῷ ἐμπαίζειν WH Treg NIV ] ἐμπαίζειν αὐτῷ RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NIV ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 βουλεύσεται WH NIV ] βουλεύεται Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 ὑπαντῆσαι WH Treg NIV ] ἀπαντῆσαι RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:32 αὐτοῦ πόρρω WH Treg NIV ] πόρρω αὐτοῦ RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:32 τὰ Treg NIV RP ] – WH
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:33 εἶναί μου WH Treg NIV ] μου εἶναι RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 οὖν WH Treg NIV ] – RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 καὶ WH Treg NIV ] – RP